Docsity
Docsity

Prepara i tuoi esami
Prepara i tuoi esami

Studia grazie alle numerose risorse presenti su Docsity


Ottieni i punti per scaricare
Ottieni i punti per scaricare

Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium


Guide e consigli
Guide e consigli

Antigone di Sofocle: testo integrale in greco, Versioni di Greco

Antigone di Sofocle: testo integrale in greco

Tipologia: Versioni

2019/2020

In vendita dal 29/07/2020

Diamond_7
Diamond_7 🇮🇹

4.1

(32)

166 documenti

Anteprima parziale del testo

Scarica Antigone di Sofocle: testo integrale in greco e più Versioni in PDF di Greco solo su Docsity! ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΕΟΥΣ (Ἀντιγόνη) ὦ κοινὸν αὐτάδελφον Ἰσµήνης κάρα, ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτερ 5 οὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιµόν ἐσθ᾽, ὁποῖον οὐ τῶν σῶν τε κἀµῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήµῳ πόλει κήρυγµα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει 10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; (Ἰσµήνη) ἐµοὶ µὲν οὐδεὶς µῦθος, Ἀντιγόνη φίλων οὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθηµεν δύο, µιᾷ θανόντοιν ἡµέρᾳ διπλῇ χερί· 15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα µᾶλλον οὔτ᾽ ἀτωµένη. (Ἀντιγόνη) ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεµπον, ὡς µόνη κλύοις. (Ἰσµήνη) 20 τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. (Ἀντιγόνη) οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν µὲν προτίσας, τὸν δ᾽ ἀτιµάσας ἔχει; Ἐτεοκλέα µέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόµου κατὰ χθονὸς 25 ἔκρυψε τοῖς ἔνερθεν ἔντιµον νεκροῖς· τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ µὴ τάφῳ καλύψαι µηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν 30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀµοί, λέγω γὰρ κἀµέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι µὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγµ᾽ ἄγειν 35 οὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δηµόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή. (Ἰσµήνη) τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ 40 λύουσ᾽ ἂν ἢ ᾽φάπτουσα προσθείµην πλέον; (Ἀντιγόνη) εἰ ξυµπονήσεις καὶ ξυνεργάσει σκόπει. (Ἰσµήνη) ποῖόν τι κινδύνευµα; ποῦ γνώµης ποτ᾽ εἰ; (Ἀντιγόνη) εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. (Ἰσµήνη) ἢ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει; (Ἀντιγόνη) 45 τὸν γοῦν ἐµὸν καὶ τὸν σόν ἢν σὺ µὴ θέλῃς ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσοµαι. (Ἰσµήνη) ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; (Ἀντιγόνη) ἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐµῶν µ᾽ εἴργειν µέτα. (Ἰσµήνη) οἴµοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ [50] ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο, πρὸς αὐτοφώρων ἀµπλακηµάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. ἔπειτα µήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· 55 τρίτον δ᾽ ἀδελφὼ δύο µίαν καθ᾽ ἡµέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω µόρον κοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν. νῦν δ᾽ αὖ µόνα δὴ νὼ λελειµµένα σκόπει ὅσῳ 1 κάκιστ᾽ ὀλούµεθ᾽, εἰ νόµου βίᾳ 60 ψῆφον τυράννων ἢ κράτη παρέξιµεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο µὲν γυναῖχ᾽ ὅτι ἔφυµεν, ὡς πρὸς ἄνδρας οὐ µαχουµένα. ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόµεσθ᾽ ἐκ κρεισσόνων, καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα. 65 ἐγὼ µὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζοµαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσοµαι· τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. (Ἀντιγόνη) οὔτ᾽ ἂν κελεύσαιµ᾽ οὔτ᾽ ἄν, εἰ θέλοις ἔτι 70 πράσσειν, ἐµοῦ γ᾽ ἂν ἡδέως δρῴης µέτα. ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼ θάψω· καλόν µοι τοῦτο ποιούσῃ θανεῖν. φίλη µετ᾽ αὐτοῦ κείσοµαι, φίλου µέτα, ὅσια πανουργήσασ᾽. ἐπεὶ πλείων χρόνος 75 ὃν δεῖ µ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσοµαι· σοὶ δ᾽, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιµ᾽ ἀτιµάσασ᾽ ἔχε. (Ἰσµήνη) ἐγὼ µὲν οὐκ ἄτιµα ποιοῦµαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀµήχανος. (Ἀντιγόνη) 80 σὺ µὲν τάδ᾽ ἂν προὔχοι᾽· ἐγὼ δὲ δὴ τάφον χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσοµαι. (Ἰσµήνη) οἴµοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. (Ἀντιγόνη) µὴ ᾽µοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότµον. (Ἰσµήνη) ἀλλ᾽ οὖν προµηνύσῃς γε τοῦτο µηδενὶ 85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὔτως ἐγώ. (Ἀντιγόνη) οἴµοι, καταύδα· πολλὸν ἐχθίων ἔσει σιγῶσ᾽, ἐὰν µὴ πᾶσι κηρύξῃς τάδε. (Ἰσµήνη) θερµὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. (Ἀντιγόνη) ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς µάλισθ᾽ ἁδεῖν µε χρή. (Ἰσµήνη) 90 εἰ καὶ δυνήσει γ᾽· ἀλλ᾽ ἀµηχάνων ἐρᾷς. (Ἀντιγόνη) οὐκοῦν, ὅταν δὴ µὴ σθένω, πεπαύσοµαι. (Ἰσµήνη) ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀµήχανα. (Ἀντιγόνη) εἰ ταῦτα λέξεις, ἐχθαρεῖ µὲν ἐξ ἐµοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. 95 ἀλλ᾽ ἔα µε καὶ τὴν ἐξ ἐµοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο· πείσοµαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε µὴ οὐ καλῶς θανεῖν. (Ἰσµήνη) ἀλλ᾽ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽ ὅτι ἄνους µὲν ἔρχει, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη. [100] (Χορός) ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν προτέρων φάος, ἐφάνθης ποτ᾽, ὦ χρυσέας ἁµέρας βλέφαρον, 105 ∆ιρκαίων ὑπὲρ ῥεέθρων µολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδροµον ὀξυτέρῳ κινήσασα χαλινῷ· 110 ὃς ἐφ᾽ ἡµετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀµφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανός, 115 πολλῶν µεθ᾽ ὅπλων ξύν θ᾽ ἱπποκόµοις κορύθεσσιν. στὰς δ᾽ ὑπὲρ µελάθρων φονώσαισιν ἀµφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόµα ἔβα, πρίν ποθ᾽ ἁµετέρων 2 γὰρ ἠφάνιστο, τυµβήρης µὲν οὔ, λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις σηµεῖα δ᾽ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, 260 φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶς᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασµένος, κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε µὴ εἰδέναι. ἦµεν δ᾽ ἑτοῖµοι καὶ µύδρους αἴρειν χεροῖν 265 καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωµοτεῖν, τὸ µήτε δρᾶσαι µήτε τῳ ξυνειδέναι τὸ πρᾶγµα βουλεύσαντι µηδ᾽ εἰργασµένῳ. τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα 270 νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχοµεν οὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶς πράξαιµεν. ἦν δ᾽ ὁ µῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κἀµὲ τὸν δυσδαίµονα 275 πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειµι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι· στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. (Χορός) ἄναξ, ἐµοί τοί, µή τι καὶ θεήλατον τοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι 280 (Κρέων) παῦσαι, πρὶν ὀργῆς καὶ ᾽µὲ µεστῶσαι λέγων, µὴ ᾽φευρεθῇς ἄνους τε καὶ γέρων ἅµα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίµονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιµῶντες ὡς εὐεργέτην 285 ἔκρυπτον αὐτόν, ὅστις ἀµφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήµατα καὶ γῆν ἐκείνων καὶ νόµους διασκεδῶν; ἢ τοὺς κακοὺς τιµῶντας εἰσορᾷς θεούς; οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως 290 ἄνδρες µόλις φέροντες ἐρρόθουν ἐµοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐµέ. ἐκ τῶνδε τούτους ἐξεπίσταµαι καλῶς παρηγµένους µισθοῖσιν εἰργάσθαι τάδε. 295 οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόµισµ᾽ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόµων· τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγµατ᾽ ἵστασθαι βροτῶν· [300] πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ µισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐµοῦ σέβας, 305 εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω· εἰ µὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλµοὺς ἐµούς, οὐχ ὑµὶν Ἅιδης µοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεµαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, 310 ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε, καὶ µάθηθ᾽ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν ληµµάτων τοὺς πλείονας ἀτωµένους ἴδοις ἂν ἢ σεσωσµένους. 315 (Φύλαξ) εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; (Κρέων) οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; (Φύλαξ) ἐν τοῖσιν ὠσὶν ἢ ᾽πὶ τῇ ψυχῇ δάκνει; (Κρέων) τί δὲ ῥυθµίζεις τὴν ἐµὴν λύπην ὅπου; (Φύλαξ) ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ. 320 (Κρέων) οἴµ᾽ ὡς λάληµα δῆλον ἐκπεφυκὸς εἶ. (Φύλαξ) οὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ. (Κρέων) καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς 5 (Φύλαξ) φεῦ· ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. (Κρέων) κόµψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα µὴ 325 φανεῖτέ µοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι τὰ δειλὰ κέρδη πηµονὰς ἐργάζεται. (Φύλαξ) ἀλλ᾽ εὑρεθείη µὲν µάλιστ᾽· ἐὰν δέ τοι ληφθῇ τε καὶ µή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα µε· 330 καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώµης τ᾽ ἐµῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. (Χορός) πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. 335 τοῦτο καὶ πολιοῦ πέραν πόντου χειµερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ᾽ οἴδµασιν. θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαµάταν, ἀποτρύεται ἰλλοµένων ἀρότρων ἔτος εἰς ἔτος 340 ἱππείῳ γένει πολεύων. κουφονόων τε φῦλον ὀρνίθων ἀµφιβαλὼν ἄγει 345 καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ᾽ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ· κρατεῖ δὲ µηχαναῖς ἀγραύλου [350] θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ ἵππον ὀχµάζεται ἀµφὶ λόφον ζυγῶν οὔρειόν τ᾽ ἀκµῆτα ταῦρον. 355 καὶ φθέγµα καὶ ἀνεµόεν φρόνηµα καὶ ἀστυνόµους ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων πάγων ὑπαίθρεια καὶ δύσοµβρα φεύγειν βέλη παντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεται 360 τὸ µέλλον· Ἅιδα µόνον φεῦξιν οὐκ ἐπάξεται· νόσων δ᾽ ἀµηχάνων φυγὰς ξυµπέφρασται. 365 σοφόν τι τὸ µηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων τοτὲ µὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει, νόµους γεραίρων χθονὸς θεῶν τ᾽ ἔνορκον δίκαν, 370 ὑψίπολις· ἄπολις ὅτῳ τὸ µὴ καλὸν ξύνεστι τόλµας χάριν. µήτ᾽ ἐµοὶ παρέστιος 375 γένοιτο µήτ᾽ ἴσον φρονῶν ὃς τάδ᾽ ἔρδει. ἐς δαιµόνιον τέρας ἀµφινοῶ τόδε· πῶς εἰδὼς ἀντιλογήσω τήνδ᾽ οὐκ εἶναι παῖδ᾽ (Ἀντιγόνη)ν. ὦ δύστηνος 380 καὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν τοῖς βασιλείοισιν ἄγουσι νόµοις καὶ ἐν ἀφροσύνῃ καθελόντες; (Φύλαξ) ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾽ξειργασµένη· 385 τήνδ᾽ εἵλοµεν θάπτουσαν. ἀλλὰ ποῦ (Κρέων); (Χορός) ὅδ᾽ ἐκ δόµων ἄψορρος εἰς δέον περᾷ. (Κρέων) τί δ᾽ ἔστι; ποίᾳ ξύµµετρος προὔβην τύχῃ; (Φύλαξ) ἄναξ, βροτοῖσιν οὐδέν ἔστ᾽ ἀπώµοτον. ψεύδει γὰρ ἡ ᾽πίνοια τὴν γνώµην· ἐπεὶ 390 σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειµάσθην τότε ἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ µῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώµοτος, 395 κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφον κοσµοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο, ἀλλ᾽ ἔστ᾽ ἐµὸν θοὔρµαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼν καὶ κρῖνε κἀξέλεγχ᾽· ἐγὼ δ᾽ ἐλεύθερος [400] δίκαιός εἰµι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. (Κρέων) ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; (Φύλαξ) αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε· πάντ᾽ ἐπίστασαι. (Κρέων) ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; 6 (Φύλαξ) ταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν 405 ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; (Κρέων) καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; (Φύλαξ) τοιοῦτον ἦν τὸ πρᾶγµ᾽. ὅπως γὰρ ἥκοµεν, πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειληµένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν 410 νέκυν, µυδῶν τε σῶµα γυµνώσαντες εὖ, καθήµεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεµοι, ὀσµὴν ἀπ᾽ αὐτοῦ µὴ βάλοι πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ᾽ ἀκηδήσοι πόνου. 415 χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔστ᾽ ἐν αἰθέρι µέσῳ κατέστη λαµπρὸς ἡλίου κύκλος καὶ καῦµ᾽ ἔθαλπε· καὶ τότ᾽ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, πίµπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην 420 ὕλης πεδιάδος, ἐν δ᾽ ἐµεστώθη µέγας αἰθήρ· µύσαντες δ᾽ εἴχοµεν θείαν νόσον. καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ µακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς 425 εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴµωξεν, ἐκ δ᾽ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασµένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, 430 ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠµεῖς ἰδόντες ἱέµεσθα, σὺν δέ νιν θηρώµεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγµένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχοµεν 435 πράξεις· ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, ἅµ᾽ ἡδέως ἔµοιγε κἀλγεινῶς ἅµα. τὸ µὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖν 440 ἐµοὶ πέφυκε τῆς ἐµῆς σωτηρίας. (Κρέων) σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, φὴς ἢ καταρνεῖ µὴ δεδρακέναι τάδε· (Ἀντιγόνη) καὶ φηµὶ δρᾶσαι κοὐκ ἀπαρνοῦµαι τὸ µή. (Κρέων) σὺ µὲν κοµίζοις ἂν σεαυτὸν ᾖ θέλεις 445 ἔξω βαρείας αἰτίας ἐλεύθερον· σὺ δ᾽ εἰπέ µοι µὴ µῆκος, ἀλλὰ συντόµως, ᾔδησθα κηρυχθέντα µὴ πράσσειν τάδε; (Ἀντιγόνη) ᾔδη· τί δ᾽ οὐκ ἔµελλον; ἐµφανῆ γὰρ ἦν. (Κρέων) καὶ δῆτ᾽ ἐτόλµας τούσδ᾽ ὑπερβαίνειν νόµους; [450] (Ἀντιγόνη) οὐ γάρ τί µοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν ∆ίκη τοιούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισεν νόµους. οὐδὲ σθένειν τοσοῦτον ᾠόµην τὰ σὰ κηρύγµαθ᾽, ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶν 455 νόµιµα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραµεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾽φάνη. τούτων ἐγὼ οὐκ ἔµελλον, ἀνδρὸς οὐδενὸς φρόνηµα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκην 460 δώσειν· θανουµένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; κεἰ µὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦµαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ἐς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδ᾽ Οὐχὶ κατθανὼν κέρδος φέρει; 465 οὕτως ἔµοιγε τοῦδε τοῦ µόρου τυχεῖν παρ᾽ οὐδὲν ἄλγος· ἀλλ᾽ ἄν, εἰ τὸν ἐξ ἐµῆς µητρὸς θανόντ᾽ ἄθαπτον 7 (Κρέων) ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. (Χορός) ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; 575 (Κρέων) Ἅιδης ὁ παύσων τούσδε τοὺς γάµους ἔφυ. (Χορός) δεδογµέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν. (Κρέων) καὶ σοί γε κἀµοί. µὴ τριβὰς ἔτ᾽, ἀλλά νιν κοµίζετ᾽ εἴσω, δµῶες· ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε µηδ᾽ ἀνειµένας. 580 φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου. (Χορός) εὐδαίµονες οἷσι κακῶν ἄγευστος αἰών. οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόµος, ἄτας 585 οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· ὅµοιον ὥστε ποντίαις οἶδµα δυσπνόοις ὅταν Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράµῃ πνοαῖς, 590 κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ δυσάνεµοι, στόνῳ βρέµουσι δ᾽ ἀντιπλῆγες ἀκταί. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶµαι 595 πήµατα φθιτῶν ἐπὶ πήµασι πίπτοντ᾽, οὐδ᾽ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ᾽ ἐρείπει θεῶν τις, οὐδ᾽ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὕπερ [600] ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόµοις, κατ᾽ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀµᾷ κόνις λόγου τ᾽ ἄνοια καὶ φρενῶν ἐρινύς. 605 τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; τὰν οὔθ᾽ ὕπνος αἱρεῖ ποθ᾽ ὁ πάντ᾽ ἀγρεύων, οὔτε θεῶν ἄκµατοι µῆνες, ἀγήρῳ δὲ χρόνῳ 610 δυνάστας κατέχεις Ὀλύµπου µαρµαρόεσσαν αἴγλαν. τό τ᾽ ἔπειτα καὶ τὸ µέλλον καὶ τὸ πρὶν ἐπαρκέσει νόµος ὅδ᾽, οὐδὲν ἕρπει θνατῶν βιότῳ πάµπολύ γ᾽ ἐκτὸς ἄτας. 615 ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς µὲν ὄνασις ἀνδρῶν, πολλοῖς δ᾽ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δ᾽ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερµῷ πόδα τις 620 προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. τὸ κακὸν δοκεῖν ποτ᾽ ἐσθλὸν τῷδ᾽ ἔµµεν ὅτῳ φρένας θεὸς ἄγει πρὸς ἄταν· 625 πράσσει δ᾽ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. ὅδε µὴν (Αἵµων), παίδων τῶν σῶν νέατον γέννηµ᾽· ἆρ᾽ ἀχνύµενος τάλιδος ἥκει µόρον Ἀντιγόνης, 630 ἀπάτης λεχέων ὑπεραλγῶν; (Κρέων) τάχ᾽ εἰσόµεσθα µάντεων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα µὴ κλύων τῆς µελλονύµφου πατρὶ λυσσαίνων πάρει; ἢ σοὶ µὲν ἡµεῖς πανταχῇ, δρῶντες φίλοι; 635 (Αἵµων) πάτερ, σός εἰµι, καὶ σύ µοι γνώµας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψοµαι. ἐµοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάµος µείζων φέρεσθαι σοῦ καλῶς ἡγουµένου. (Κρέων) οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, 640 γνώµης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόµοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταµύνωνται κακοῖς καὶ τὸν φίλον τιµῶσιν ἐξ ἴσου πατρί. 645 ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδ᾽ ἂν εἴποις 10 ἄλλο πλὴν αὑτῷ πόνους φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; µή νύν ποτ᾽, ὦ παῖ, τὰς φρένας ὑφ᾽ ἡδονῆς γυναικὸς οὕνεκ᾽ ἐκβάλῃς, εἰδὼς ὅτι [650] ψυχρὸν παραγκάλισµα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόµοις. τί γὰρ γένοιτ᾽ ἂν ἕλκος µεῖζον ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσµενῆ µέθες τὴν παῖδ᾽ ἐν Αἴδου τήνδε νυµφεύειν τινί. 655 ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐµφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης µόνην, ψευδῆ γ᾽ ἐµαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτ᾽ ἐφυµνείτω ∆ία ξύναιµον. εἰ γὰρ δὴ τά γ᾽ ἐγγενῆ φύσει 660 ἄκοσµα θρέψω, κάρτα τοὺς ἔξω γένους ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ᾽ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δ᾽ ὑπερβὰς ἢ νόµους βιάζεται ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, 665 οὐκ ἔστ᾽ ἐπαίνου τοῦτον ἐξ ἐµοῦ τυχεῖν. ἀλλ᾽ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν καὶ σµικρὰ καὶ δίκαια καὶ τἀναντία. καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς µὲν ἄρχειν, εὖ δ᾽ ἂν ἄρχεσθαι θέλειν, 670 δορός τ᾽ ἂν ἐν χειµῶνι προστεταγµένον µένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ µεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις ὄλλυσιν, ἥδ᾽ ἀναστάτους οἴκους τίθησιν, ἥδε συµµάχου δορὸς 675 τροπὰς καταρρήγνυσι· τῶν δ᾽ ὀρθουµένων σῴζει τὰ πολλὰ σώµαθ᾽ ἡ πειθαρχία. οὕτως ἀµυντέ᾽ ἐστὶ τοῖς κοσµουµένοις, κοὔτοι γυναικὸς οὐδαµῶς ἡσσητέα. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν, 680 κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίµεθ᾽ ἄν. (Χορός) ἡµῖν µέν, εἰ µὴ τῷ χρόνῳ κεκλέµµεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. (Αἵµων) πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, πάντων ὅσ᾽ ἐστὶ κτηµάτων ὑπέρτατον. 685 ἐγὼ δ᾽ ὅπως σὺ µὴ λέγεις ὀρθῶς τάδε, οὔτ᾽ ἂν δυναίµην µήτ᾽ ἐπισταίµην λέγειν. γένοιτο µεντἂν χἀτέρῳ καλῶς ἔχον. σοῦ δ᾽ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. 690 τὸ γὰρ σὸν ὄµµα δεινὸν, ἀνδρὶ δηµότῃ λόγοις τοιούτοις, οἷς σὺ µὴ τέρψει κλύων· ἐµοὶ δ᾽ ἀκούειν ἔσθ᾽ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷ᾽, ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη 695 κάκιστ᾽ ἀπ᾽ ἔργων εὐκλεεστάτων φθίνει. ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ᾽ ἄθαπτον µήθ᾽ ὑπ᾽ ὠµηστῶν κυνῶν εἴασ᾽ ὀλέσθαι µήθ᾽ ὑπ᾽ οἰωνῶν τινος. οὐχ ἥδε χρυσῆς ἀξία τιµῆς λαχεῖν; [700] τοιάδ᾽ ἐρεµνὴ σῖγ᾽ ἐπέρχεται φάτις. ἐµοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆµα τιµιώτερον, τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις ἄγαλµα µεῖζον, ἢ τί πρὸς παίδων πατρί; 705 µή νυν ἓν ἦθος µοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν µόνος δοκεῖ, ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί. 710 ἀλλ᾽ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ 11 µανθάνειν πόλλ᾽, αἰσχρὸν οὐδὲν καὶ τὸ µὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειµάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεµν᾽ ἀπόλλυται. 715 αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα τείνας ὑπείκει µηδέν, ὑπτίοις κάτω στρέψας τὸ λοιπὸν σέλµασιν ναυτίλλεται. ἀλλ᾽ εἶκε καὶ θυµῷ µετάστασιν δίδου. γνώµη γὰρ εἴ τις κἀπ᾽ ἐµοῦ νεωτέρου 720 πρόσεστι, φήµ᾽ ἔγωγε πρεσβεύειν πολὺ φῦναι τὸν ἄνδρα πάντ᾽ ἐπιστήµης πλέων· εἰ δ᾽ οὖν, φιλεῖ γὰρ τοῦτο µὴ ταύτῃ ῥέπειν, καὶ τῶν λεγόντων εὖ καλὸν τὸ µανθάνειν. (Χορός) ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει, 725 µαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽· εὖ γὰρ εἴρηται διπλῇ. (Κρέων) οἱ τηλικοίδε καὶ διδαξόµεσθα δὴ φρονεῖν ὑπ᾽ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; (Αἵµων) µηδὲν τὸ µὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ µᾶλλον ἢ τἄργα σκοπεῖν. 730 (Κρέων) ἔργον γάρ ἐστι τοὺς ἀκοσµοῦντας σέβειν; (Αἵµων) οὐδ᾽ ἂν κελεύσαιµ᾽, εὐσεβεῖν εἰς τοὺς κακούς. (Κρέων) οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ; (Αἵµων) οὔ φησι Θήβης τῆσδ᾽ ὁµόπτολις λεώς. (Κρέων) πόλις γὰρ ἡµῖν ἁµὲ χρὴ τάσσειν ἐρεῖ; (Αἵµων) 735 ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος; (Κρέων) ἄλλῳ γὰρ ἢ ᾽µοὶ χρή µε τῆσδ᾽ ἄρχειν χθονός; (Αἵµων) πόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός. (Κρέων) οὐ τοῦ κρατοῦντος ἡ πόλις νοµίζεται; (Αἵµων) καλῶς γ᾽ ἐρήµης ἂν σὺ γῆς ἄρχοις µόνος. 740 (Κρέων) ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συµµαχεῖ. (Αἵµων) εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδοµαι. (Κρέων) ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; (Αἵµων) οὐ γὰρ δίκαιά σ᾽ ἐξαµαρτάνονθ᾽ ὁρῶ. (Κρέων) ἁµαρτάνω γὰρ τὰς ἐµὰς ἀρχὰς σέβων; 745 (Αἵµων) οὐ γὰρ σέβεις τιµάς γε τὰς θεῶν πατῶν. (Κρέων) ὦ µιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. (Αἵµων) οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐµέ. (Κρέων) ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. (Αἵµων) καὶ σοῦ γε κἀµοῦ, καὶ θεῶν τῶν νερτέρων. [750] (Κρέων) ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαµεῖς. (Αἵµων) ἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα. (Κρέων) ἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς; (Αἵµων) τίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώµας λέγειν; (Κρέων) κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. 755 (Αἵµων) εἰ µὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν. (Κρέων) γυναικὸς ὢν δούλευµα µὴ κώτιλλέ µε. (Αἵµων) βούλει λέγειν τι καὶ λέγων µηδὲν κλύειν; (Κρέων) ἄληθες; ἀλλ᾽ οὐ τόνδ᾽ Ὄλυµπον, ἴσθ᾽ ὅτι, 12 ἄγει µε διὰ χερῶν οὕτω λαβὼν ἄλεκτρον, ἀνυµέναιον, οὔτε του γάµου µέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, ἀλλ᾽ ὧδ᾽ ἔρηµος πρὸς φίλων ἡ δύσµορος 920 ζῶσ᾽ εἰς θανόντων ἔρχοµαι κατασκαφάς. ποίαν παρεξελθοῦσα δαιµόνων δίκην; τί χρή µε τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίν᾽ αὐδᾶν ξυµµάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦσ᾽, ἐκτησάµην. 925 ἀλλ᾽ εἰ µὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖµεν ἡµαρτηκότες· εἰ δ᾽ οἵδ᾽ ἁµαρτάνουσι, µὴ πλείω κακὰ πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐµέ. (Χορός) ἔτι τῶν αὐτῶν ἀνέµων αὑταὶ 930 ψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. (Κρέων) τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύµαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ. (Ἀντιγόνη) οἴµοι, θανάτου τοῦτ᾽ ἐγγυτάτω τοὔπος ἀφῖκται. (Χορός) 935 θαρσεῖν οὐδὲν παραµυθοῦµαι µὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. (Ἀντιγόνη) ὦ γῆς Θήβης ἄστυ πατρῷον καὶ θεοὶ προγενεῖς, ἄγοµαι δὴ κοὐκέτι µέλλω. 940 λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν µούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα. (Χορός) ἔτλα καὶ ∆ανάας οὐράνιον φῶς 945 ἀλλάξαι δέµας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτοµένα δ᾽ ἐν τυµβήρει θαλάµῳ κατεζεύχθη· καίτοι καὶ γενεᾷ τίµιος, ὦ παῖ παῖ, [950] καὶ Ζηνὸς ταµιεύεσκε γονὰς χρυσορύτους. ἀλλ᾽ ἁ µοιριδία τις δύνασις δεινά· οὔτ᾽ ἄν νιν ὄλβος οὔτ᾽ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. 955 ζεύχθη δ᾽ ὀξύχολος παῖς ὁ ∆ρύαντος, Ἠδωνῶν βασιλεύς, κερτοµίοις ὀργαῖς ἐκ ∆ιονύσου πετρώδει κατάφαρκτος ἐν δεσµῷ. οὕτω τᾶς µανίας δεινὸν ἀποστάζει 960 ἀνθηρόν τε µένος. κεῖνος ἐπέγνω µανίαις ψαύων τὸν θεὸν ἐν κερτοµίοις γλώσσαις. παύεσκε µὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, 965 φιλαύλους τ᾽ ἠρέθιζε Μούσας. παρὰ δὲ κυανεᾶν πελάγει διδύµας ἁλὸς ἀκταὶ Βοσπόριαι ἥδ᾽ ὁ Θρῃκῶν ἄξενος 970 Σαλµυδησσός, ἵν᾽ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάµαρτος ἀλαὸν ἀλαστόροισιν ὀµµάτων κύκλοις 975 ἀραχθέντων, ὑφ᾽ αἱµατηραῖς χείρεσσι καὶ κερκίδων ἀκµαῖσιν. κατὰ δὲ τακόµενοι µέλεοι µελέαν πάθαν 980 κλαῖον, µατρὸς ἔχοντες ἀνύµφευτον γονάν· ἁ δὲ σπέρµα µὲν ἀρχαιογόνων ἄντασ᾽ Ἐρεχθειδᾶν, τηλεπόροις δ᾽ ἐν ἄντροις τράφη θυέλλαισιν ἐν πατρῴαις 985 Βορεὰς ἅµιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς. ἀλλὰ κἀπ᾽ ἐκείνᾳ Μοῖραι µακραίωνες ἔσχον, ὦ παῖ. (Τειρεσίας) Θήβης ἄνακτες, ἥκοµεν κοινὴν ὁδὸν δύ᾽ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ 990 αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. (Κρέων) τί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; (Τειρεσίας) ἐγὼ διδάξω, καὶ σὺ τῷ µάντει πιθοῦ. (Κρέων) οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. (Τειρεσίας) τοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν. 15 995 (Κρέων) ἔχω πεπονθὼς µαρτυρεῖν ὀνήσιµα. (Τειρεσίας) φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. (Κρέων) τί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόµα. (Τειρεσίας) γνώσει, τέχνης σηµεῖα τῆς ἐµῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον [1000] ἵζων, ἵν᾽ ἦν µοι παντὸς οἰωνοῦ λιµήν, ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωµένῳ. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσηµος ἦν. 1005 εὐθὺς δὲ δείσας ἐµπύρων ἐγευόµην βωµοῖσι παµφλέκτοισιν· ἐκ δὲ θυµάτων Ἥφαιστος οὐκ ἔλαµπεν, ἀλλ᾽ ἐπὶ σποδῷ µυδῶσα κηκὶς µηρίων ἐτήκετο κἄτυφε κἀνέπτυε, καὶ µετάρσιοι 1010 χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς µηροὶ καλυπτῆς ἐξέκειντο πιµελῆς. τοιαῦτα παιδὸς τοῦδ᾽ ἐµάνθανον πάρα, φθίνοντ᾽ ἀσήµων ὀργίων µαντεύµατα. ἐµοὶ γὰρ οὗτος ἡγεµών, ἄλλοις δ᾽ ἐγώ. 1015 καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωµοὶ γὰρ ἡµῖν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσµόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτι 1020 θεοὶ παρ᾽ ἡµῶν οὐδὲ µηρίων φλόγα, οὐδ᾽ ὄρνις εὐσήµους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵµατος λίπος. ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαµαρτάνειν· 1025 ἐπεὶ δ᾽ ἁµάρτῃ, κεῖνος οὐκέτ᾽ ἔστ᾽ ἀνὴρ ἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται µηδ᾽ ἀκίνητος πέλῃ. αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει. ἀλλ᾽ εἶκε τῷ θανόντι µηδ᾽ ὀλωλότα 1030 κέντει· τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω. τὸ µανθάνειν δ᾽ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι. (Κρέων) ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ µαντικῆς 1035 ἄπρακτος ὑµῖν εἰµι· τῶν δ᾽ ὑπαὶ γένους ἐξηµπόληµαι κἀµπεφόρτισµαι πάλαι. κερδαίνετ᾽, ἐµπολᾶτε τἀπὸ Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε, 1040 οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς ∆ιὸς θρόνους, οὐδ᾽ ὣς µίασµα τοῦτο µὴ τρέσας ἐγὼ θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ᾽ ὅτι θεοὺς µιαίνειν οὔτις ἀνθρώπων σθένει. 1045 πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώµατ᾽ αἴσχρ᾽, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. (Τειρεσίας) φεῦ. ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, (Κρέων) τί χρῆµα; ποῖον τοῦτο πάγκοινον λέγεις; [1050] (Τειρεσίας) ὅσῳ κράτιστον κτηµάτων εὐβουλία; (Κρέων) ὅσῳπερ, οἶµαι, µὴ φρονεῖν πλείστη βλάβη. (Τειρεσίας) ταύτης σὺ µέντοι τῆς νόσου πλήρης ἔφυς. (Κρέων) οὐ βούλοµαι τὸν µάντιν ἀντειπεῖν κακῶς. 16 (Τειρεσίας) καὶ µὴν λέγεις, ψευδῆ µε θεσπίζειν λέγων. 1055 (Κρέων) τὸ µαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. (Τειρεσίας) τὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. (Κρέων) ἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; (Τειρεσίας) οἶδ᾽· ἐξ ἐµοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν. (Κρέων) σοφὸς σὺ µάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. 1060 (Τειρεσίας) ὄρσεις µε τἀκίνητα διὰ φρενῶν φράσαι. (Κρέων) κίνει, µόνον δὲ µὴ ᾽πὶ κέρδεσιν λέγων. (Τειρεσίας) οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν µέρος. (Κρέων) ὡς µὴ ᾽µπολήσων ἴσθι τὴν ἐµὴν φρένα. (Τειρεσίας) ἀλλ᾽ εὖ γέ τοι κάτισθι µὴ πολλοὺς ἔτι 1065 τρόχους ἁµιλλητῆρας ἡλίου τελεῖν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀµοιβὸν ἀντιδοὺς ἔσει, ἀνθ᾽ ὧν ἔχεις µὲν τῶν ἄνω βαλὼν κάτω ψυχήν τ᾽ ἀτίµως ἐν τάφῳ κατῴκισας, 1070 ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν ἄµοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. ὧν οὔτε σοὶ µέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροι 1075 λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωµένος λέγω· φανεῖ γὰρ οὐ µακροῦ χρόνου τριβὴ ἀνδρῶν γυναικῶν σοῖς δόµοις κωκύµατα. 1080 ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγµατ᾽ ἢ κύνες καθήγνισαν ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων ἀνόσιον ὀσµὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης 1085 ἀφῆκα θυµῷ, καρδίας τοξεύµατα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραµεῖ. ὦ παῖ, σὺ δ᾽ ἡµᾶς ἄπαγε πρὸς δόµους, ἵνα τὸν θυµὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν 1090 τὸν νοῦν τ᾽ ἀµείνω τῶν φρενῶν ἢ νῦν φέρει. (Χορός) ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· ἐπιστάµεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ᾽ ἐκ µελαίνης ἀµφιβάλλοµαι τρίχα, µή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. 1095 (Κρέων) ἔγνωκα καὐτὸς καὶ ταράσσοµαι φρένας. τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυµὸν ἐν δεινῷ πάρα. (Χορός) εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. (Κρέων) τί δῆτα χρὴ δρᾶν; φράζε. πείσοµαι δ᾽ ἐγώ. [1100] (Χορός) ἐλθὼν κόρην µὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειµένῳ, τάφον. (Κρέων) καὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; (Χορός) ὅσον γ᾽, ἄναξ, τάχιστα· συντέµνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. 1105 (Κρέων) οἴµοι· µόλις µέν, καρδίας δ᾽ ἐξίσταµαι τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσµαχητέον. (Χορός) δρᾶ νυν τάδ᾽ ἐλθὼν µηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε. (Κρέων) ὧδ᾽ ὡς ἔχω στείχοιµ᾽ ἄν· ἴτ᾽ ἴτ᾽ ὀπάονες, οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν 1110 ὁρµᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ 17 θυµουµένῃ, 1255 δόµους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις, καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. (Χορός) καὶ µὴν ὅδ᾽ ἄναξ αὐτὸς ἐφήκει µνῆµ᾽ ἐπίσηµον διὰ χειρὸς ἔχων, εἰ θέµις εἰπεῖν, οὐκ ἀλλοτρίαν 1260 ἄτην, ἀλλ᾽ αὐτὸς ἁµαρτών. (Κρέων) ἰὼ φρενῶν δυσφρόνων ἁµαρτήµατα στερεὰ θανατόεντ᾽, ὦ κτανόντας τε καὶ θανόντας βλέποντες ἐµφυλίους. 1265 ὤµοι ἐµῶν ἄνολβα βουλευµάτων. ἰὼ παῖ, νέος νέῳ ξὺν µόρῳ αἰαῖ αἰαῖ, ἔθανες, ἀπελύθης ἐµαῖς οὐδὲ σαῖς δυσβουλίαις. (Χορός) 1270 οἴµ᾽ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. (Κρέων) οἴµοι, ἔχω µαθὼν δείλαιος· ἐν δ᾽ ἐµῷ κάρᾳ θεὸς τότ᾽ ἄρα τότε µέγα βάρος µ᾽ ἔχων ἔπαισεν, ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς, 1275 οἴµοι, λακπάτητον ἀντρέπων χαράν. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι. (Ἐξάγγελος) ὦ δέσποθ᾽, ὡς ἔχων τε καὶ κεκτηµένος, τὰ µὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ᾽ ἐν δόµοις 1280 ἔοικας ἥκειν καὶ τάχ᾽ ὄψεσθαι κακά. (Κρέων) τί δ᾽ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; (Ἐξάγγελος) γυνὴ τέθνηκε, τοῦδε παµµήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόµοισι πλήγµασιν. (Κρέων) ἰώ. ἰὼ δυσκάθαρτος Ἅιδου λιµήν, 1285 τί µ᾽ ἄρα τί µ᾽ ὀλέκεις; ὦ κακάγγελτά µοι προπέµψας ἄχη, τίνα θροεῖς λόγον; αἰαῖ, ὀλωλότ᾽ ἄνδρ᾽ ἐπεξειργάσω. τί φής, παῖ; τίν᾽ αὖ λέγεις µοι νέον, 1290 αἰαῖ αἰαῖ, σφάγιον ἐπ᾽ ὀλέθρῳ γυναικεῖον ἀµφικεῖσθαι µόρον; (Χορός) ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν µυχοῖς ἔτι. (Κρέω ν) οἴµοι, 1295 κακὸν τόδ᾽ ἄλλο δεύτερον βλέπω τάλας. τίς ἄρα, τίς µε πότµος ἔτι περιµένει; ἔχω µὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δ᾽ ἔναντα προσβλέπω νεκρόν. [1300] φεῦ φεῦ µᾶτερ ἀθλία, φεῦ τέκνον. (Ἐξάγγελος) ἡ δ᾽ ὀξυθήκτῳ βωµία περὶ ξίφει λύει κελαινὰ βλέφαρα, κωκύσασα µὲν τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς 1305 πράξεις ἐφυµνήσασα τῷ παιδοκτόνῳ. (Κρέων) αἰαῖ αἰαῖ, ἀνέπταν φόβῳ. τί µ᾽ οὐκ ἀνταίαν ἔπαισέν τις ἀµφιθήκτῳ ξίφει; 1310 δείλαιος ἐγώ, αἰαῖ, δειλαίᾳ δὲ συγκέκραµαι δύᾳ. (Ἐξάγγελος) ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων πρὸς τῆς θανούσης τῆσδ᾽ ἐπεσκήπτου µόρων (Κρέων) ποίῳ δὲ κἀπελύσατ᾽ ἐν φοναῖς τρόπῳ; 1315 (Ἐξάγγελος) παίσας ὑφ᾽ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως παιδὸς τόδ᾽ ᾔσθετ᾽ ὀξυκώκυτον πάθος. (Κρέων) ὤµοι µοι, τάδ᾽ οὐκ ἐπ᾽ ἄλλον βροτῶν ἐµᾶς ἁρµόσει ποτ᾽ ἐξ αἰτίας. ἐγὼ γάρ σ᾽ ἐγὼ ἔκανον, ὢ µέλεος, 1320 ἐγώ, φάµ᾽ ἔτυµον. ἰὼ 20 πρόσπολοι, ἄγετέ µ᾽ ὅτι τάχιστ᾽, ἄγετέ µ᾽ ἐκποδών, 1325 τὸν οὐκ ὄντα µᾶλλον ἢ µηδένα. (Χορός) κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς. βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά. (Κρέων) ἴτω ἴτω, φανήτω µόρων ὁ κάλλιστ᾽ ἔχων 1330 ἐµοὶ τερµίαν ἄγων ἁµέραν ὕπατος· ἴτω ἴτω, ὅπως µηκέτ᾽ ἆµαρ ἄλλ᾽ εἰσίδω. (Χορός) µέλλοντα ταῦτα. τῶν προκειµένων τι χρὴ µέλειν 1335 πράσσειν. µέλει γὰρ τῶνδ᾽ ὅτοισι χρὴ µέλειν (Κρέων) ἀλλ᾽ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάµην. (Χορός) µή νυν προσεύχου µηδέν· ὡς πεπρωµένης οὐκ ἔστι θνητοῖς συµφορᾶς ἀπαλλαγή. (Κρέων) ἄγοιτ᾽ ἂν µάταιον ἄνδρ᾽ ἐκποδών, 1340 ὅς, ὦ παῖ, σέ τ᾽ οὐχ ἑκὼν κάκτανον σέ τ᾽ αὖ τάνδ᾽, ὤµοι µέλεος, οὐδ᾽ ἔχω ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ 1345 λέχρια τἀν χεροῖν, τὰ δ᾽ ἐπὶ κρατί µοι πότµος δυσκόµιστος εἰσήλατο. (Χορός) πολλῷ τὸ φρονεῖν εὐδαιµονίας πρῶτον ὑπάρχει. χρὴ δὲ τά γ᾽ εἰς θεοὺς [1350] µηδὲν ἀσεπτεῖν. µεγάλοι δὲ λόγοι µεγάλας πληγὰς τῶν ὑπεραύχων ἀποτίσαντες 1352 γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν. 21
Docsity logo


Copyright © 2024 Ladybird Srl - Via Leonardo da Vinci 16, 10126, Torino, Italy - VAT 10816460017 - All rights reserved